Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.255 Joseph. AJ 7.259 (English) >>Joseph. AJ 7.263

7.257καὶ ἀληθὲς ποιήσω τὸ πένθος.” ταῦτʼ εἰπὼν Ἰώαβος ἀπέστρεψεν ἀπὸ τῆς λύπης καὶ ἤγαγεν εἰς τὸν περὶ τῶν πραγμάτων λογισμὸν τὸν βασιλέα· μετασχηματίσας γὰρ ἑαυτὸν Δαυίδης καὶ ποιήσας ἐπιτήδειον εἰς τὴν τοῦ πλήθους θέαν πρὸς ταῖς πύλαις ἐκάθισεν, ὡς ἅπαντα τὸν λαὸν ἀκούσαντα συνδραμεῖν πρὸς αὐτὸν καὶ κατασπάσασθαι. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. 7.258

Οἱ δʼ ἐκ τῆς μάχης ἀναχωρήσαντες τῶν Ἑβραίων τῶν μετʼ Ἀψαλώμου γενόμενοι παρʼ αὑτοῖς ἕκαστοι διεπέμποντο κατὰ πόλεις ὑπομιμνήσκοντες αὑτοὺς ὧν εὐηργέτησε Δαυίδης καὶ τῆς ἐλευθερίας, ἣν ἐκ πολλῶν καὶ μεγάλων ῥυσάμενος αὐτοὺς πολέμων παρέσχε, 7.259μεμφόμενοι δʼ ὅτι τῆς βασιλείας αὐτὸν ἐκβαλόντες ἄλλῳ ταύτην ἐνεχείρισαν καὶ νῦν τεθνηκότος τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος οὐ παρακαλοῦσι Δαυίδην παύσασθαι μὲν τῆς ὀργῆς, εὐνοϊκῶς δὲ πρὸς αὐτοὺς ἔχειν, τῶν δὲ πραγμάτων καθὼς ἤδη καὶ πρότερον ποιεῖσθαι πρόνοιαν τὴν βασιλείαν ἀπολαβόντα. 7.260ταῦτα μὲν οὖν συνεχέστερον ἀπηγγέλλετο Δαυίδῃ· κἀκεῖνος οὐδὲν ἧττον ἔπεμψε πρὸς Σάδωκον καὶ Ἀβιάθαρον τοὺς ἀρχιερέας, ἵνα τοῖς ἄρχουσι τῆς Ἰούδα φυλῆς διαλεχθῶσιν, ὡς αἰσχρὸν αὐτοῖς ἄλλας φυλὰς πρὸ ἐκείνης Δαυίδην χειροτονῆσαι βασιλέα, καὶ ταῦθʼ ὑμῶν συγγενῶν ὄντων καὶ κοινὸν αἷμα πρὸς αὐτὸν κεκληρωμένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.255 Joseph. AJ 7.259 (English) >>Joseph. AJ 7.263

Powered by PhiloLogic